Add parallel Print Page Options

12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, 13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. 14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ’ ὑμᾶς [a]ἀναπαύεται. 15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος· 16 εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ [b]ὀνόματι τούτῳ. 17 ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ; 18 καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, [c]ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; 19 ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ [d]θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς [e]αὐτῶν ἐν ἀγαθοποιΐᾳ.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 4:14 ἀναπαύεται WH Treg NIV] + κατὰ μὲν αὐτοὺς βλασφημεῖται κατὰ δὲ ὑμᾶς δοξάζεται RP
  2. ΠΕΤΡΟΥ Α΄ 4:16 ὀνόματι WH Treg NIV] μέρει RP
  3. ΠΕΤΡΟΥ Α΄ 4:18 Treg NIV RP] + δὲ WH
  4. ΠΕΤΡΟΥ Α΄ 4:19 θεοῦ WH Treg NIV] + ὡς RP
  5. ΠΕΤΡΟΥ Α΄ 4:19 αὐτῶν Treg NIV RP] – WH